Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.189 Dem. 18.192 (English) >>Dem. 18.195

18.191τοῦτο τοίνυν ἐποίησα, τοῦ κήρυκος ἐρωτῶντος, Αἰσχίνη, “τίς ἀγορεύειν βούλεται,” οὐτίς αἰτιᾶσθαι περὶ τῶν παρεληλυθότων,” οὐδὲτίς ἐγγυᾶσθαι τὰ μέλλοντʼ ἔσεσθαι;” σοῦ δʼ ἀφώνου κατʼ ἐκείνους τοὺς χρόνους ἐν ταῖς ἐκκλησίαις καθημένου, ἐγὼ παριὼν ἔλεγον. ἐπειδὴ δʼ οὐ τότε, ἀλλὰ νῦν δεῖξον. εἰπὲ τίς λόγος, ὅντινʼ ἐχρῆν εὐπορεῖν, καιρὸς συμφέρων ὑπʼ ἐμοῦ παρελείφθη τῇ πόλει; τίς δὲ συμμαχία, τίς πρᾶξις, ἐφʼ ἣν μᾶλλον ἔδει μʼ ἀγαγεῖν τουτουσί;

18.192ἀλλὰ μὴν τὸ μὲν παρεληλυθὸς ἀεὶ παρὰ πᾶσιν ἀφεῖται, καὶ οὐδεὶς περὶ τούτου προτίθησιν οὐδαμοῦ βουλήν· τὸ δὲ μέλλον τὸ παρὸν τὴν τοῦ συμβούλου τάξιν ἀπαιτεῖ. τότε τοίνυν τὰ μὲν ἔμελλεν, ὡς ἐδόκει, τῶν δεινῶν, τὰ δʼ ἤδη παρῆν, ἐν οἷς τὴν προαίρεσίν μου σκόπει τῆς πολιτείας, μὴ τὰ συμβάντα συκοφάντει. τὸ μὲν γὰρ πέρας ὡς ἂν δαίμων βουληθῇ πάντων γίγνεται· δὲ προαίρεσις αὐτὴ τὴν τοῦ συμβούλου διάνοιαν δηλοῖ. 18.193μὴ δὴ τοῦθʼ ὡς ἀδίκημʼ ἐμὸν θῇς, εἰ κρατῆσαι συνέβη Φιλίππῳ τῇ μάχῃ· ἐν γὰρ τῷ θεῷ τὸ τούτου τέλος ἦν, οὐκ ἐμοί. ἀλλʼ ὡς οὐχ ἅπανθʼ ὅσʼ ἐνῆν κατʼ ἀνθρώπινον λογισμὸν εἱλόμην, καὶ δικαίως ταῦτα καὶ ἐπιμελῶς ἔπραξα καὶ φιλοπόνως ὑπὲρ δύναμιν, ὡς οὐ καλὰ καὶ τῆς πόλεως ἄξια πράγματʼ ἐνεστησάμην καὶ ἀναγκαῖα, ταῦτά μοι δεῖξον, καὶ τότʼ ἤδη κατηγόρει μου.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.189 Dem. 18.192 (English) >>Dem. 18.195

Powered by PhiloLogic